Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.136 Dem. 19.139 (English) >>Dem. 19.142

19.138ταὐτὸ τοίνυν τοῦτʼ ἂν ἐποίησε Φίλιππος, εἴ τινα τούτων εἶδε δίκην δόντα, καὶ νῦν, ἂν ἴδῃ, ποιήσει. ἐπειδὰν δʼ ἀκούῃ λέγοντας, εὐδοκιμοῦντας ἐν ὑμῖν, ἑτέρους κρίνοντας, τί καὶ ποιήσῃ; ζητῇ πόλλʼ ἀναλίσκειν, ἐξὸν ἐλάττω, καὶ πάντας θεραπεύειν βούληται, δύʼ τρεῖς ἐξόν; μαίνοιτο μέντἄν. οὐδὲ γὰρ τὴν τῶν Θηβαίων πόλιν εἵλετο δημοσίᾳ ποιεῖν Φίλιππος εὖ, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ὑπὸ τῶν πρέσβεων ἐπείσθη. 19.139ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρʼ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματʼ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γʼ, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντʼ οὐδʼ ἔλαβον ταῦθʼ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτʼ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματʼ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτʼ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθʼ αὑτούς. 19.140τελευτῶν δὲ Φίλων, εἷς τῶν πρέσβεων, εἶπεν, ἄνδρες Ἀθηναῖοι, λόγον οὐχ ὑπὲρ Θηβαίων ἀλλʼ ὑπὲρ ὑμῶν ἄξιον εἰρῆσθαι. ἔφη γὰρ τὸν Φίλιππον ὁρῶν καὶ μεγαλοψύχως καὶ φιλανθρώπως ἔχοντα πρὸς αὐτοὺς ἥδεσθαι καὶ χαίρειν· αὐτοὶ μὲν οὖν ὑπάρχειν αὐτῷ φίλοι καὶ ξένοι καὶ ἄνευ τῶν δώρων τούτων, εἰς δὲ τὰ τῆς πόλεως πράγματʼ, ἐν οἷς ἦν τότε, τὴν φιλανθρωπίαν αὐτὸν ἠξίουν ταύτην προσθέντʼ ἄξιόν τι καὶ αὑτοῦ καὶ τῶν Θηβαίων πρᾶξαι, καὶ ὅλην τε τὴν πόλιν οὕτω καὶ σφεῖς ὡμολόγουν ὑπάρξειν αὐτῷ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.136 Dem. 19.139 (English) >>Dem. 19.142

Powered by PhiloLogic